Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.145 Joseph. AJ 2.150 (English) >>Joseph. AJ 2.155

2.148νῦν δʼ, οὐ γὰρ αὑτοὺς ἐλεοῦντες, εἰ καὶ νέοι καὶ μήπω τῶν κατὰ τὸν βίον ἀπολελαυκότες τεθνηξόμεθα, τὸ δὲ τοῦ πατρὸς λογιζόμενοι καὶ τὸ γῆρας οἰκτείροντες τὸ ἐκείνου ταύτας σοι τὰς δεήσεις προσφέρομεν καὶ παραιτούμεθα ψυχὰς τὰς αὑτῶν, ἅς σοι τὸ ἡμέτερον κακούργημα πρὸς τιμωρίαν παρέδωκεν, 2.149οὔτε πονηρὸς αὐτὸς οὔτε τοιούτους ἐσομένους ἐγέννησεν ἀλλὰ χρηστὸς ὢν καὶ πειραθῆναι τοιούτων οὐχὶ δίκαιος καὶ νῦν μὲν ἀποδημούντων ταῖς ὑπὲρ ἡμῶν φροντίσι κακοπαθεῖ, πυθόμενος δὲ ἀπολωλότας καὶ τὴν αἰτίαν οὐχ ὑπομενεῖ ἀλλὰ διὰ ταύτην πολὺ μᾶλλον τὸν βίον καταλείπει, 2.150καὶ τὸ ἄδοξον αὐτὸν τῆς ἡμετέρας καταστροφῆς φθήσεται διαχρησάμενον καὶ κακὴν αὐτῷ ποιήσει τὴν ἐκ τοῦ ζῆν ἀπαλλαγήν, πρὶν εἰς ἄλλους φοιτῆσαι τὰ καθʼ ἡμᾶς σπεύσαντος αὑτὸν εἰς ἀναισθησίαν μεταγαγεῖν. 2.151γενόμενος οὖν ἐν τούτῳ τὸν λογισμόν, εἰ καὶ κακία σε παροξύνει νῦν ἡμετέρα, τὸ κατʼ αὐτῆς δίκαιον χάρισαι τῷ πατρὶ καὶ δυνηθήτω πλέον πρὸς ἐκεῖνον ἔλεος τῆς ἡμετέρας πονηρίας καὶ γῆρας ἐν ἐρημίᾳ βιωσόμενον καὶ τεθνηξόμενον ἡμῶν ἀπολομένων αἴδεσαι, τῷ πατέρων ὀνόματι ταύτην χαριζόμενος τὴν δωρεάν. 2.152ἐν γὰρ τούτῳ καὶ τὸν σὲ φύσαντα τιμᾷς καὶ σαυτῷ δίδως, ἀπολαύων μὲν ἤδη τῆς προσηγορίας, ἀπαθὴς δʼ ἐπʼ αὐτῇ φυλαχθησόμενος ὑπὸ τοῦ θεοῦ τοῦ πάντων πατρός, εἰς ὃν κατὰ κοινωνίαν καὶ αὐτὸς τοῦ ὀνόματος εὐσεβεῖν δόξεις τοῦ ἡμετέρου πατρὸς οἶκτον λαβὼν ἐφʼ οἷς πείσεται τῶν παίδων στερούμενος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.145 Joseph. AJ 2.150 (English) >>Joseph. AJ 2.155

Powered by PhiloLogic